«Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ»

8       Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί
σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ
Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·

9       μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ
ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.

10     αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν
νουθεσίαν παραιτοῦ,

11     εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ  ἁμαρτάνει ὢν αὐτοκατάκριτος.

12     ῞Οταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν,
σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.

13     Ζηνᾶν τὸν νομικὸν καὶ ᾿Απολλὼ σπουδαίως
πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.

14     μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν
ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.

15        ᾿Ασπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν
πίστει.  ῾Η χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.